Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.35 Dem. 33.38 (English) >>Dem. 34.1

33.37ἀλλὰ νὴ Δία (τὸ ῥᾷστον τοῖς ἀδικεῖν καὶ συκοφαντεῖν προῃρημένοις) μαρτυρήσει τις αὐτῷ κατʼ ἐμοῦ. ἐὰν οὖν ἐπισκήψωμαι αὐτῷ, πόθεν τὴν ἀπόδειξιν ποιήσεται τοῦ ἀληθῆ μαρτυρεῖν; ἐκ τῶν συνθηκῶν; τοῦτο τοίνυν μὴ ἀναβαλλέσθω, ἀλλʼ ἤδη φερέτω ἔχων τὰς συνθήκας. εἰ δʼ ἀπολωλέναι φησίν, πόθεν λάβω ἐγὼ τὸν ἔλεγχον καταψευδομαρτυρηθείς; εἰ μὲν γὰρ παρʼ ἐμοὶ ἐτέθη τὸ γραμματεῖον, ἐνῆν αἰτιάσασθαι Ἀπατουρίῳ, ὡς ἐγὼ διὰ τὴν ἐγγύην ἠφάνικα τὰς συνθήκας· 33.38εἰ δὲ παρὰ τῷ Ἀριστοκλεῖ, διὰ τί, εἴπερ ἄνευ τῆς τούτου γνώμης ἀπολώλασιν αἱ συνθῆκαι, τῷ μὲν λαβόντι αὐτὰς καὶ οὐ παρέχοντι οὐ δικάζεται, ἐμοὶ δʼ ἐγκαλεῖ, μάρτυρα παρεχόμενος κατʼ ἐμοῦ τὸν ἠφανικότα τὰς συνθήκας, προσῆκεν αὐτὸν ὀργίζεσθαι, εἴπερ μὴ κοινῇ μετὰ τούτου ἐκακοτέχνει;

εἴρηταί μοι τὰ δίκαια, ὅσα ἐδυνάμην. ὑμεῖς οὖν κατὰ τοὺς νόμους γιγνώσκετε τὰ δίκαια.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.35 Dem. 33.38 (English) >>Dem. 34.1

Powered by PhiloLogic